Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.157 Dem. 23.160 (English) >>Dem. 23.163

23.159καίτοι μὴ νομίζετε μήτʼ ἂν τοὺς Ἀβυδηνοὺς αὐτὸν ὑποδέχεσθαι μήτʼ ἂν τοὺς ἐν τῇ Σηστῷ, τῆς ἐπιστολῆς ὑμῖν ἐκείνης πεπεμμένης, εἰ μὴ συνῄδεσαν αὐτῷ φενακίζοντι τότε καὶ συνεξηπάτων αὐτοί, βουλόμενοι τοῦ μὲν διαβῆναι τὸ στράτευμʼ ὑμᾶς παρέχειν τὴν ἀσφάλειαν, διαβάντος δέ, ὅπερ συνέβη δόντος Ἀρταβάζου τὴν ἄδειαν, αὑτοῖς ὑπάρξαι τὴν χρείαν. ὅτι τοίνυν οὕτω ταῦτʼ ἔχει, λέγε τὰς ἐπιστολάς, ἥν τʼ ἔπεμψεν ἐκεῖνος καὶ τὰς παρὰ τῶν ἀρχόντων τῶν ἐκ Χερρονήσου· γνώσεσθε γὰρ ἐκ τούτων ὅτι ταῦθʼ οὕτως ἔχει. λέγε.Ἐπιστολή

23.160ἐνθυμεῖσθʼ ὅθεν οἷ διέβη, ἐξ Ἀβύδου εἰς Σηστόν. ἆρʼ οὖν οἴεσθʼ ἂν ὑποδέξασθαι τοὺς Ἀβυδηνοὺς τοὺς Σηστίους, εἰ μὴ συνεξηπάτων ὅτε τὴν πρὸς ὑμᾶς ἔπεμπεν ἐπιστολήν;

λέγʼ αὐτοῖς τὴν ἐπιστολὴν αὐτήν. καὶ θεωρεῖτʼ, ἄνδρες Ἀθηναῖοι, τὰς ὑπερβολὰς ὧν αὐτὸς περὶ αὑτοῦ πρὸς ὑμᾶς ἔγραψεν ἐπαίνων, καὶ τὰ μὲν ὡς πεποίηκε λέγων, τὰ δʼ ὑπισχνούμενος ποιήσειν. λέγε.Ἐπιστολή

23.161καλά γʼ, οὐ γάρ; ἄνδρες Ἀθηναῖοι, τὰ γεγραμμένα καὶ χάριτος πολλῆς ἄξια, εἴ γʼ ἦν ἀληθῆ. νῦν δέ, ὅτε μὲν τῶν σπονδῶν οὐκ ᾤετο τεύξεσθαι, ταῦτʼ ἔγραφʼ ἐξαπατῶν· ἐπειδὴ δʼ ἔτυχεν, λέγʼ οἷʼ ἐποίησεν.Ἐπιστολή

οὐκοῦν τοῦ κομιεῖσθαι τἀπολωλότα χωρίʼ ὑποσχομένου Χαριδήμου διαβάντος φησὶν ἄρχων Κριθώτης περὶ τῶν ὑπαρχόντων γεγενῆσθαι μείζους τῶν πρότερον τοὺς κινδύνους. λέγʼ ἐξ ἑτέρας ἐπιστολῆς ἐπιδείξας.Ἐπιστολή

λέγʼ ἐξ ἑτέρας.Ἐπιστολή



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.157 Dem. 23.160 (English) >>Dem. 23.163

Powered by PhiloLogic